Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.216 Joseph. AJ 1.220 (English) >>Joseph. AJ 1.225

1.218ὡς δʼ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα, ἐν κακοῖς ἦν, ὕδατος δὲ σπανίζοντος ὑπʼ ἐλάτῃ τινὶ θεῖσα τὸ παιδίον ψυχορραγοῦν, ὡς μὴ παρούσης τὴν ψυχὴν ἀφῇ, προῄει πορρωτέρω. 1.219συντυχὼν δʼ αὐτῇ θεῖος ἄγγελος πηγήν τε φράζει παρακειμένην καὶ κελεύει προνοεῖν τῆς ἀνατροφῆς τοῦ παιδίου· μεγάλα γὰρ αὐτὴν ἀγαθὰ περιμένειν ἐκ τῆς Ἰσμαήλου σωτηρίας. δʼ ἐθάρσησε τοῖς προκατηγγελμένοις καὶ συμβαλοῦσα ποιμέσι διὰ τὴν ἐξ αὐτῶν ἐπιμέλειαν διαφεύγει τὰς ταλαιπωρίας. 1.220

Ἀνδρωθέντι δὲ τῷ παιδὶ γύναιον ἄγεται τὸ γένος Αἰγύπτιον, ἐνθένδε ἦν καὶ αὐτὴ τὸ ἀρχαῖον, ἐξ οὗ παῖδες Ἰσμαήλῳ γίνονται δώδεκα πάντες, Ναβαιώθης Κήδαρος Ἀβδεῆλος Μάσσαμος Μάσμασος Ἰδουμᾶς Μάσμησος Χόδαμος Θέμανος Ἰετοῦρος Νάφαισος Κάδμασος. 1.221οὗτοι πᾶσαν τὴν ἀπʼ Εὐφράτου καθήκουσαν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν κατοικοῦσι Ναβατηνὴν τὴν χώραν ὀνομάσαντες. εἰσὶ δὲ οὗτοι, οἳ τὸ τῶν Ἀράβων ἔθνος καὶ τὰς φυλὰς ἀπʼ αὐτῶν καλοῦσι διά τε τὴν ἀρετὴν αὐτῶν καὶ τὸ Ἁβράμου ἀξίωμα. 1.222

Ἴσακον δὲ πατὴρ Ἅβραμος ὑπερηγάπα μονογενῆ ὄντα καὶ ἐπὶ γήρως οὐδῷ κατὰ δωρεὰν αὐτῷ τοῦ θεοῦ γενόμενον. προεκαλεῖτο δὲ εἰς εὔνοιαν καὶ τὸ φιλεῖσθαι μᾶλλον ὑπὸ τῶν γονέων καὶ αὐτὸς παῖς ἐπιτηδεύων πᾶσαν ἀρετὴν καὶ τῆς τε τῶν πατέρων θεραπείας ἐχόμενος καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἐσπουδακώς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.216 Joseph. AJ 1.220 (English) >>Joseph. AJ 1.225

Powered by PhiloLogic